Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.8 Dem. 24.12 (English) >>Dem. 24.15

24.10ὑπὲρ δὴ τούτων ἁπάντων λύσιν εὑρίσκομεν ταύτην οὖσαν μόνην, εἰ γραψάμενοι τὸν νόμον καὶ εἰσαγαγόντες εἰς ὑμᾶς λῦσαι δυναίμεθα. ἐξ ἀρχῆς οὖν ἐν βραχέσιν τὰ πραχθέντα δίειμι πρὸς ὑμᾶς, ἵνα μᾶλλον μάθητε καὶ παρακολουθήσητε τοῖς περὶ τὸν νόμον αὐτὸν ἀδικήμασιν.

24.11ψήφισμʼ εἶπεν ἐν ὑμῖν Ἀριστοφῶν ἑλέσθαι ζητητάς, εἰ δέ τις οἶδέν τινʼ τῶν ἱερῶν τῶν ὁσίων χρημάτων ἔχοντά τι τῆς πόλεως, μηνύειν πρὸς τούτους. μετὰ ταῦτʼ ἐμήνυσεν Εὐκτήμων ἔχειν Ἀρχέβιον καὶ Λυσιθείδην τριηραρχήσαντας χρήματα Ναυκρατιτικά, τίμημα τάλαντʼ ἐννέα καὶ τριάκοντα μνᾶς. προσῆλθε τῇ βουλῇ, προβούλευμʼ ἐγράφη. μετὰ ταῦτα γενομένης ἐκκλησίας προὐχειροτόνησεν δῆμος. 24.12ἀναστὰς Εὐκτήμων ἔλεγʼ ἄλλα τε πολλὰ καὶ διεξῆλθεν πρὸς ὑμᾶς ὡς ἔλαβʼ τριήρης τὸ πλοῖον Μελάνωπον ἄγουσα καὶ Γλαυκέτην καὶ Ἀνδροτίωνα πρεσβευτὰς ὡς Μαύσωλον, ὡς ἔθεσαν τὴν ἱκετηρίαν ὧν ἦν τὰ χρήμαθʼ ἅνθρωποι, ὡς ἀπεχειροτονήσαθʼ ὑμεῖς μὴ φίλιʼ εἶναι τότε, ἀνέμνησεν ὑμᾶς, τοὺς νόμους ἀνέγνω καθʼ οὓς τοῦτον τὸν τρόπον πραχθέντων τῆς πόλεως γίγνεται τὰ χρήματα. 24.13ἐδόκει δίκαια λέγειν ὑμῖν ἅπασιν. ἀναπηδήσας Ἀνδροτίων καὶ Γλαυκέτης καὶ Μελάνωπος (καὶ ταυτὶ σκοπεῖτʼ ἂν ἀληθῆ λέγω) ἐβόων, ἠγανάκτουν, ἐλοιδοροῦντο, ἀπέλυον τοὺς τριηράρχους, ἔχειν ὡμολόγουν, παρʼ ἑαυτοῖς ζητεῖν ἠξίουν τὰ χρήματα. ταῦτʼ ἀκουσάντων ὑμῶν, ἐπειδή ποτʼ ἐπαύσανθʼ οὗτοι βοῶντες, ἔδωκε γνώμην Εὐκτήμων ὡς δυνατὸν δικαιοτάτην, ὑμᾶς μὲν εἰσπράττειν τοὺς τριηράρχους, ἐκείνοις δʼ εἶναι περὶ αὐτῶν εἰς τοὺς ἔχοντας ἀναφοράν· ἐὰν δʼ ἀμφισβητῆταί τι, ποιεῖν διαδικασίαν, τὸν δʼ ἡττηθέντα, τοῦτον ὀφείλειν τῇ πόλει.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.8 Dem. 24.12 (English) >>Dem. 24.15

Powered by PhiloLogic